Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.24 Joseph. AJ 8.29 (English) >>Joseph. AJ 8.34

8.27δύο γυναῖκες ἑταῖραι τὸν βίον ἧκον ἐπʼ αὐτόν, ὧν ἀδικεῖσθαι δοκοῦσα πρώτη λέγειν ἤρξατο· “οἰκῶ μέν, εἶπεν, βασιλεῦ, μετὰ ταύτης ἐν ἑνὶ δωματίῳ, συνέβη δʼ ἀμφοτέραις ἡμῖν ἐπὶ μιᾶς ἡμέρας ἀποτεκεῖν κατὰ τὴν αὐτὴν ὥραν ἄρρενα παιδία. 8.28τρίτης δὲ ἡμέρας διελθούσης ἐπικοιμηθεῖσα τῷ αὑτῆς παιδίῳ αὕτη τοῦτο μὲν ἀποκτείνει, βαστάσασα δὲ τοὐμὸν ἐκ τῶν γονάτων πρὸς αὑτὴν μεταφέρει καὶ τὸ νεκρὸν ἐμοῦ κοιμωμένης εἰς τὰς ἀγκάλας μου τίθησι. 8.29πρωῒ δὲ θηλὴν ὀρέξαι βουλομένη τῷ παιδίῳ τὸ μὲν ἐμὸν οὐχ εὗρον, τὸ δὲ ταύτης νεκρὸν ὁρῶ μοι παρακείμενον· ἀκριβῶς γὰρ κατανοήσασα τοῦτο ἐπέγνων· ὅθεν ἀπαιτῶ τὸν ἐμὸν υἱὸν καὶ οὐκ ἀπολαμβάνουσα καταπέφευγα, δέσποτα, ἐπὶ τὴν παρὰ σοῦ βοήθειαν· τῷ γὰρ εἶναι μόνας καὶ μηδένα τὸν ἐλέγξαι δυνάμενον φοβεῖσθαι 8.30καταφρονοῦσα ἰσχυρῶς ἀρνουμένη παραμένει.” ταῦτʼ εἰπούσης βασιλεὺς ἀνέκρινε τὴν ἑτέραν, τί τοῖς εἰρημένοις ἀντιλέγειν ἔχει. τῆς δὲ ἀρνουμένης τοῦτο πεποιηκέναι, τὸ δὲ παιδίον ζῆν τὸ αὑτῆς λεγούσης, τὸ δὲ τῆς ἀντιδίκου τεθνηκέναι, μηδενὸς ἐπινοοῦντος τὴν κρίσιν ἀλλʼ ὥσπερ ἐπʼ αἰνίγματι περὶ τὴν εὕρεσιν αὐτοῦ πάντων τῇ διανοίᾳ τετυφλωμένων μόνος βασιλεὺς ἐπενόησέ τι τοιοῦτον· 8.31κελεύσας κομισθῆναι καὶ τὸ νεκρὸν καὶ τὸ ζῶν παιδίον μεταπέμπεταί τινα τῶν σωματοφυλάκων καὶ σπασάμενον ἐκέλευσε τὴν μάχαιραν ἀμφότερα διχοτομῆσαι τὰ παιδία, ὅπως ἑκάτεραι λάβωσιν ἀνὰ ἥμισυ τοῦ τε ζῶντος καὶ τοῦ τετελευτηκότος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.24 Joseph. AJ 8.29 (English) >>Joseph. AJ 8.34

Powered by PhiloLogic